2014-04-08

EL LOBO Y EL LEÓN. ESOPO TEXTO.




                                   Λύκος καὶ λέων.
Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. Λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρὸβατον. Ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν· "Ἀδίκως ἀφείλου τὸ ἐμόν. " Ὁ δὲ λέων γελάσας ἔφη· "Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;"
[ Ὅτι ] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει.