Mostrando entradas con la etiqueta texto griego. Mostrar todas las entradas

2025-04-12
2024-02-26
2022-02-24
TEXTOS GRIEGOS SOBRE LA GUERRA, PARA ESTE DÍA TAN TRISTE!
Ojalá llegue pronto Ειρηνη para poner fin a tanto sufrimiento innecesario!
οὐδεὶς γὰρ οὕτω ἀνόητος ἐστὶ ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται: ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας.
... Pues nadie
es tan insensato que prefiera la guerra a la paz: pues en una los hijos
entierran a los padres y en otra los padres a los hijos.
...τοὺς χρῆν ἐόντας ὁμογλώσσους κήρυξί τε διαχρεωμένους
καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ
μᾶλλον ἢ μάχῃσι:

Cuando todos hablan la misma lengua,
debían de
componer sus diferencias por medio de
heraldos
y mensajeros, y en cualquier forma
antes que con batallas.
Heródoto, Historia VII
2011-01-16
LA COMADREJA Y AFRODITA TEXTO.
Aquí tenéis el texto para repasar.
Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν
μεταμορφώσῃ εἰς γυναῖκά. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν
αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς
οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη
γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν
εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς
κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ'
αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται.

2010-11-03
Χὴν χρυσοτόκος
Muy pronto en animación para repasarla , de momento dejo el texto.
Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῶι ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν· ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χὴν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. Συνέβη δ᾿ αὐτὸν μὴ μόνον ὃ προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. Οὕτως πολλάκις οἱ πλεονέκται δι᾿ ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προΐενται.

2010-02-04
2009-12-21
2009-12-02
2009-11-23
2009-06-16
2009-02-09
2009-02-01
2009-01-08
Suscribirse a:
Entradas (Atom)