Λύκος καὶ λέων.
Λύκος ποτὲ ἄρας πρόβατον
ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. Λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρὸβατον. Ὁ δὲ
πόρρωθεν σταθεὶς εἶπεν· "Ἀδίκως ἀφείλου τὸ ἐμόν. " Ὁ δὲ λέων γελάσας ἔφη·
"Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;"
[ Ὅτι ] ἅρπαγας καὶ
πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει.
No hay comentarios:
Publicar un comentario