ὌΡΝΙΣ ΚΑΙ ΧΕΛΙΔΩΝ. ESOPO TEXTO.
LA GALLINA Y LA GOLONDRINA.
Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ τὸ θερμᾶναι ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται.
No hay comentarios:
Publicar un comentario